Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.207 Joseph. AJ 6.212 (English) >>Joseph. AJ 6.215

6.210ὕβρεως δὲ καὶ χλεύης ἀπαλλάξαντα τὸν Ἑβραίων λαὸν ἣν ἐπὶ τεσσαράκοντα ἡμέρας ὑπέμεινε μόνος τολμῶν ὑποστῆναι τὴν τοῦ πολεμίου πρόκλησιν, καὶ μετὰ ταῦτα κομίσαντα μὲν ὅσας ἐπετάχθη κεφαλὰς τῶν ἐχθρῶν, λαβόντα δʼ ἐπὶ τούτῳ γέρας τὴν ἐμὴν ἀδελφὴν πρὸς γάμον, ὡς ἂν ἀλγεινὸς αὐτοῦ γένοιθʼ ἡμῖν θάνατος οὐ διὰ τὴν ἀρετὴν μόνον, ἀλλὰ καὶ διὰ τὴν συγγένειαν· συναδικεῖται γὰρ αὐτοῦ τῷ θανάτῳ καὶ σὴ θυγάτηρ χηρείαν πρὶν τῆς συμβιώσεως εἰς ὄνησιν ἐλθεῖν μέλλουσα πειράζειν. 6.211ταῦτα λογισάμενος μεταβαλοῦ πρὸς τὸ ἡμερώτερον καὶ μηδὲν ποιήσῃς κακὸν ἄνδρα πρῶτον μὲν εὐεργεσίαν εὐεργετήσαντα μεγάλην τὴν σὴν σωτηρίαν, ὅτε σοι τοῦ πονηροῦ πνεύματος καὶ τῶν δαιμονίων ἐγκαθεζομένων τὰ μὲν ἐξέβαλεν, εἰρήνην δὲ ἀπʼ αὐτῶν τῇ ψυχῇ σου παρέσχεν, δεύτερον δὲ τὴν ἀπὸ τῶν πολεμίων ἐκδικίαν· 6.212αἰσχρὸν γὰρ τούτων ἐπιλελῆσθαι.” τούτοις παρηγορεῖται τοῖς λόγοις Σαοῦλος καὶ μηδὲν ἀδικήσειν τὸν Δαυίδην ὄμνυσι τῷ παιδί· κρείττων γὰρ ὀργῆς καὶ φόβου δίκαιος λόγος. Ἰωνάθης δὲ μεταπεμψάμενος τὸν Δαυίδην σημαίνει τε αὐτῷ χρηστὰ καὶ σωτήρια τὰ παρὰ τοῦ πατρὸς ἄγει τε πρὸς αὐτόν, καὶ παρέμεινε τῷ βασιλεῖ Δαυίδης ὥσπερ ἔμπροσθεν. 6.213

Κατὰ δὲ τοῦτον τὸν καιρὸν τῶν Παλαιστίνων στρατευσαμένων πάλιν ἐπὶ τοὺς Ἑβραίους πέμπει μετὰ στρατιᾶς τὸν Δαυίδην πολεμήσοντα τοῖς Παλαιστίνοις, καὶ συμβαλὼν πολλοὺς αὐτῶν ἀπέκτεινε καὶ νικήσας ἐπάνεισι πρὸς τὸν βασιλέα. προσδέχεται δʼ αὐτὸν Σαοῦλος οὐχ ὡς ἤλπισεν ἀπὸ τοῦ κατορθώματος, ἀλλʼ ὑπὸ τῆς εὐπραγίας αὐτοῦ λυπηθεὶς ὡς ἐπισφαλέστερος αὐτὸς ἐκ τῶν ἐκείνου πράξεων γενόμενος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.207 Joseph. AJ 6.212 (English) >>Joseph. AJ 6.215

Powered by PhiloLogic